Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.388 Joseph. AJ 7.393 (English) >>Joseph. AJ 8.1

7.391νοῆσαί τε καὶ συνιδεῖν καὶ περὶ τῶν μελλόντων καὶ τῆς τῶν ἐνεστηκότων οἰκονομίας ἱκανώτατος, σώφρων ἐπιεικὴς χρηστὸς πρὸς τοὺς ἐν συμφοραῖς ὑπάρχοντας δίκαιος φιλάνθρωπος, μόνοις δικαιότατα βασιλεῦσιν εἶναι προσῆκε, μηδὲν ὅλως παρὰ τοσοῦτο μέγεθος ἐξουσίας ἁμαρτὼν τὸ περὶ τὴν Οὐρία γυναῖκα. κατέλιπε δὲ καὶ πλοῦτον ὅσον οὐκ ἄλλος βασιλεὺς οὔθʼ Ἑβραίων οὔτʼ ἄλλων ἐθνῶν. 7.392

Ἔθαψε δὲ αὐτὸν παῖς Σολόμων ἐν Ἱεροσολύμοις διαπρεπῶς τοῖς τε ἄλλοις οἷς περὶ κηδείαν νομίζεται βασιλικὴν ἅπασι καὶ δὴ καὶ πλοῦτον αὐτῷ πολὺν καὶ ἄφθονον συνεκήδευσεν, ὧν τὴν ὑπερβολὴν τεκμήραιτʼ ἄν τις ῥᾳδίως ἐκ τοῦ λεχθησομένου· 7.393μετὰ γὰρ χρόνον ἐτῶν χιλίων καὶ τριακοσίων Ὑρκανὸς ἀρχιερεὺς πολιορκούμενος ὑπʼ Ἀντιόχου τοῦ Εὐσεβοῦς ἐπικληθέντος υἱοῦ δὲ Δημητρίου, βουλόμενος χρήματʼ αὐτῷ δοῦναι ὑπὲρ τοῦ λῦσαι τὴν πολιορκίαν καὶ τὴν στρατιὰν ἀπαγαγεῖν καὶ ἀλλαχόθεν οὐκ εὐπορῶν, ἀνοίξας ἕνα οἶκον τῶν ἐν τῷ Δαυίδου μνήματι καὶ βαστάσας τρισχίλια τάλαντα μέρος ἔδωκεν Ἀντιόχῳ καὶ διέλυσεν οὕτως τὴν πολιορκίαν, καθὼς καὶ ἐν ἄλλοις δεδηλώκαμεν. 7.394μετὰ δὲ τοῦτο ἐτῶν πολλῶν διαγενομένων πάλιν βασιλεὺς Ἡρώδης ἕτερον ἀνοίξας οἶκον ἀνείλετο χρήματα πολλά. ταῖς μέντοι γε θήκαις τῶν βασιλέων οὐδεὶς αὐτῶν ἐπέτυχεν· ἦσαν γὰρ ὑπὸ τὴν γῆν μηχανικῶς κεκηδευμέναι πρὸς τὸ μὴ φανεραὶ εἶναι τοῖς εἰς τὸ μνῆμα εἰσιοῦσιν. ἀλλὰ περὶ μὲν τούτων ἡμῖν τοσοῦτον ἀπόχρη δεδηλῶσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.388 Joseph. AJ 7.393 (English) >>Joseph. AJ 8.1

Powered by PhiloLogic